Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.265 Joseph. AJ 7.268 (English) >>Joseph. AJ 7.272

7.266οὐ γὰρ ἀγνοεῖν ὑμᾶς προσῆκεν, ὅτι σήμερον ἄρχομαι τῆς βασιλείας. διὸ πᾶσιν ἀφιέναι τὰς κολάσεις τοῖς ἀσεβήσασιν ὄμνυμι καὶ μηδενὶ τῶν ἁμαρτόντων ἐπεξελθεῖν. σύ τε, εἶπεν, Σαμούι, θάρρει καὶ δείσῃς μηδὲν ὡς τεθνηξόμενος.” δὲ προσκυνήσας αὐτὸν προῆγεν. 7.267

Ἀπήντησε δʼ αὐτῷ καὶ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων· μετὰ γὰρ τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτʼ ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ· διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως. 7.268ἀσπασαμένου δὲ αὐτοῦ καὶ προσκυνήσαντος ἤρξατο πυνθάνεσθαι, τί δήποτʼ οὐ συνεξῆλθεν αὐτῷ καὶ κοινωνὸς ἦν τῆς φυγῆς; δʼ ἀδίκημα τοῦτʼ ἔλεγεν εἶναι Σιβᾶ· κελευσθεὶς γὰρ παρασκευάσαι τὰ πρὸς τὴν ἔξοδον οὐκ ἐφρόντισεν, ἀλλʼ ὥσπερ ἀνδραπόδου τινὸς οὕτως παρήκουσεν. 7.269εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν. ἀλλʼ οἶδα γάρ, ὅτι τούτων οὐδὲν σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.265 Joseph. AJ 7.268 (English) >>Joseph. AJ 7.272

Powered by PhiloLogic